ΣΤΑΥΡΩΣΗ
.
Μεγάλη Πέμπτη εσπέρας
.
Stavrosi
.
.
Ευαγγέλιο

Μάρκος 15,  22-39

Καὶ φέρουσιν αὐτὸν ἐπὶ Γολγοθᾶν τόπον, ὅ ἐστι μεθερμηνευόμενον κρανίου τόπος.  καὶ ἐδίδουν αὐτῷ πιεῖν ἐσμυρνισμένον οἶνον· ὁ δὲ οὐκ ἔλαβε.  καὶ σταυρώσαντες αὐτὸν διαμερίζονται τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπ' αὐτὰ τίς τί ἄρῃ.  ἦν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν.  καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη· Ὁ βασιλεὺς τῶν Ἰουδαίων.  Καὶ σὺν αὐτῷ σταυροῦσι δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ.  καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα· καὶ μετὰ ἀνόμων ἐλογίσθη.  Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· Οὐὰ, ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν!  σῶσον σεαυτὸν καὶ κατάβα ἀπὸ τοῦ σταυροῦ.  ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι.  ὁ Χριστὸς ὁ βασιλεὺς Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν αὐτῷ. καὶ οἱ συνεσταυρωμένοι αὐτῷ ὠνείδιζον αὐτόν.  Γενομένης δὲ ὥρας ἕκτης σκότος ἐγένετο ἐφ' ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης·  καὶ τῇ ὥρᾳ τῇ ἐνάτῃ ἐβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων· Ἐλωῒ Ἐλωῒ, λιμᾶ σαβαχθανί; ὅ ἐστι μεθερμηνευόμενον, ὁ Θεός μου ὁ Θεός μου, εἰς τί με ἐγκατέλιπες;  καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον· Ἴδε Ἠλίαν φωνεῖ.  δραμὼν δέ εἷς καὶ γεμίσας σπόγγον ὄξους περιθεὶς τε καλάμῳ ἐπότιζεν αὐτόν λέγων· Ἄφετε ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν.  ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσε.  Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω.  Ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτω κράξας ἐξέπνευσεν, εἶπεν· Ἀληθῶς ὁ ἄνθρωπος οὗτος υἱὸς ἦν Θεοῦ.

.

Ύμνος


Ἕκαστον μέλος τῆς ἁγίας σου σαρκός, ἀτιμίαν δι' ἡμᾶς ὑπέμεινε,

τὰς ἀκάνθας ἡ κεφαλή, ἡ ὄψις τὰ ἐμπτύσματα, αἱ σιαγόνες τὰ ῥαπίσματα,

τὸ στόμα τὴν ἐν ὄξει κερασθεῖσαν χολὴν τῇ γεύσει,

τὰ ὦτα τὰς δυσσεβεῖς βλασφημίας. Ὁ νῶτος τὴν φραγγέλωσιν, καὶ ἡ χεὶρ τὸν κάλαμον,

αἱ τοῦ ὅλου σώματος ἐκτάσεις ἐν τῷ σταυρῷ,

τὰ ἄρθρα τοὺς ἥλους, καὶ ἡ πλευρὰ τὴν λόγχην.

Ὁ παθὼν ὑπὲρ ἡμῶν, καὶ παθῶν ἐλευθερώσας ἡμᾶς.

Ὁ συγκαταβὰς ἡμῖν φιλανθρωπίᾳ, καὶ ἀνυψώσας ἡμᾶς,

παντοδύναμε Σωτήρ, ἐλέησον ἡμᾶς..


 

Ανδρέας Χρυσάνθου

12/04/2012